Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.161 Dem. 19.164 (English) >>Dem. 19.168

19.163ὅτι τοίνυν οὐδʼ ἄρνησίς ἐστιν αὐτοῖς τὸ μὴ ταῦθʼ ὑπὲρ Φιλίππου πράττειν, ἀκούσατέ μου. ὅτε γὰρ τὴν προτέραν ἀπῄρομεν πρεσβείαν τὴν περὶ τῆς εἰρήνης, κήρυχʼ ὑμεῖς προαπεστείλαθʼ ὅστις ἡμῖν σπείσεται. τότε μὲν τοίνυν, ὡς τάχιστʼ εἰς Ὠρεὸν ἦλθον, οὐκ ἀνέμειναν τὸν κήρυκα οὐδʼ ἐνεποίησαν χρόνον οὐδένα, Ἅλου δὲ πολιορκουμένου διέπλευσαν εἰς τοῦτον, καὶ πάλιν ἐντεῦθεν πρὸς Παρμενίωνα τὸν πολιορκοῦντʼ ἐξελθόντες ἀπῆραν διὰ τοῦ πολεμίου στρατεύματος εἰς Παγασάς, καὶ προϊόντες ἀπήντων ἐν Λαρίσῃ τῷ κήρυκι· τοσαύτῃ σπουδῇ καὶ προθυμίᾳ τότʼ ἐχώρουν. 19.164ἐπειδὴ δʼ εἰρήνη μὲν ἦν, ἅπασα δʼ ἀσφάλειʼ ἰέναι καὶ πρόσταγμα παρʼ ὑμῶν σπεύδειν, τηνικαῦτʼ οὔτʼ ἐπείγεσθαι βαδίζουσιν οὔτε πλεῖν αὐτοῖς ἐπῄει. τί δήποτε; ὅτι τότε μὲν τὸ τὴν εἰρήνην ὡς τάχιστα γενέσθαι, τοῦτʼ ἦν ὑπὲρ Φιλίππου, νῦν δὲ τὸ ὡς πλεῖστον τὸν μεταξὺ χρόνον διατριφθῆναι τοῦ τοὺς ὅρκους ἀπολαβεῖν. 19.165ἀλλὰ μὴν ὅτι καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

ἔστιν οὖν ὅπως ἂν μᾶλλον ἄνθρωποι πάνθʼ ὑπὲρ Φιλίππου πράττοντες ἐξελεγχθεῖεν, τὴν αὐτὴν ὁδὸν ἡνίκα μὲν σπεύδειν ὑπὲρ ὑμῶν ἔδει καθήμενοι, ὅτε δʼ οὐδὲ βαδίζειν προσῆκε πρὶν ἐλθεῖν τὸν κήρυκα ἐπειγόμενοι;

19.166ὃν τοίνυν χρόνον ἦμεν ἐκεῖ καὶ καθήμεθʼ ἐν Πέλλῃ, σκέψασθε τί πράττειν ἕκαστος ἡμῶν προείλετο. ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασῴζειν καὶ ζητεῖν, καὶ παρʼ ἐμαυτοῦ τε χρήματʼ ἀναλίσκειν καὶ Φίλιππον ἀξιοῦν, ὧν ἡμῖν ἐδίδου ξενίων, τούτους λύσασθαι· οὗτος δὲ αὐτίκʼ ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τί οὖν ἦν τοῦτο τὸ κοινῇ χρήμαθʼ ἡμῖν τὸν Φίλιππον διδόναι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.161 Dem. 19.164 (English) >>Dem. 19.168

Powered by PhiloLogic